Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 35.40 Dem. 35.43 (English) >>Dem. 35.46

35.42καὶ πρῶτον μὲν τοὺς ἀδελφοὺς τοὺς αὑτοῦ ἐπαίδευσεν τὴν παιδείαν ταύτην, ἣν ὑμεῖς αἰσθάνεσθε πονηρὰν καὶ ἄδικον, ἄνδρες δικασταί, δανείζεσθαι ἐν τῷ ἐμπορίῳ ναυτικὰ χρήματα καὶ ταῦτʼ ἀποστερεῖν καὶ μὴ ἀποδιδόναι. πῶς ἂν γένοιντο πονηρότεροι ἄνθρωποι τοῦ παιδεύοντος τὰ τοιαῦτα αὐτῶν τῶν παιδευομένων; ἐπεὶ δʼ οὖν δεινός ἐστιν καὶ πιστεύει τῷ λέγειν καὶ ταῖς χιλίαις δραχμαῖς ἃς δέδωκεν τῷ διδασκάλῳ, 35.43κελεύσατε αὐτὸν διδάξαι ὑμᾶς, ὡς τὰ χρήματα οὐκ ἔλαβον παρʼ ἡμῶν, ὡς λαβόντες ἀποδεδώκασιν, ὅτι τὰς ναυτικὰς συγγραφὰς οὐ δεῖ κυρίας εἶναι, ὡς δεῖ ἄλλο τι χρήσασθαι τοῖς χρήμασιν ἐφʼ οἷς ἔλαβον κατὰ τὴν συγγραφήν. τούτων τι βούλεται πεισάτω ὑμᾶς. καὶ ἔγωγε καὶ αὐτὸς συγχωρῶ σοφώτατον εἶναι τοῦτον, ἐὰν ὑμᾶς πείσῃ τοὺς περὶ τῶν συμβολαίων τῶν ἐμπορικῶν δικάζοντας. ἀλλʼ εὖ οἶδʼ ὅτι οὐδὲν ἂν τούτων οἷός τʼ εἴη οὗτος οὔτε διδάξαι οὔτε πεῖσαι.

35.44χωρὶς δὲ τούτων, φέρε πρὸς τῶν θεῶν, ἄνδρες δικασταί, εἰ τοὐναντίον συνεβεβήκει, μὴ τούτου ἀδελφὸς τετελευτηκὼς ἐμοὶ ὤφειλε χρήματα, ἀλλʼ ἐγὼ τῷ τούτου, τάλαντον ὀγδοήκοντα μνᾶς πλέον ἔλαττον, ἆρʼ ἂν οἴεσθε Λάκριτον τουτονί, ἄνδρες δικασταί, τοὺς αὐτοὺς λόγους λέγειν οἷσπερ νυνὶ κατακέχρηται, φάσκειν αὑτὸν οὐκ εἶναι κληρονόμον ἀφίστασθαι τῶν τοῦ ἀδελφοῦ, καὶ οὐκ ἂν πάνυ πικρῶς εἰσπράττειν με, ὥσπερ καὶ παρὰ τῶν ἄλλων εἰσπέπρακται, εἴ τίς τι ἐκείνῳ τῷ τετελευτηκότι ὤφειλεν ἐν Φασήλιδι ἄλλοθί που;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 35.40 Dem. 35.43 (English) >>Dem. 35.46

Powered by PhiloLogic